42
οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, ἔρχεται ὁ χριστός;
43
σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ ⸃ δι’ αὐτόν.
44
τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.
45
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι · Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
46
ἀπεκρίθησαν οἱ ὑπηρέται · Οὐδέποτε ἐλάλησεν οὕτως ⸃ ἄνθρωπος.
47
ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι · Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49
ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν.
50
λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν ·
51
Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ ⸃ καὶ γνῷ τί ποιεῖ;
52
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης ⸃ οὐκ ἐγείρεται.