John 9:23-33

23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.
24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ⸃ ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ · Δὸς δόξαν τῷ θεῷ · ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ⸃ ἁμαρτωλός ἐστιν.
25 ἀπεκρίθη οὖν ἐκεῖνος · Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα · ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 εἶπον οὖν αὐτῷ ⸃· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
27 ἀπεκρίθη αὐτοῖς · Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε · τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον · Σὺ μαθητὴς εἶ ⸃ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί ·
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς · Ἐν τούτῳ γὰρ τὸ ⸃ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
31 οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς ⸃ οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου ·
33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.