5
ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6
ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς,
7
καὶ εἶπεν αὐτῷ · Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος ). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8
οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον · Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9
ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν · ἄλλοι ἔλεγον · Οὐχί, ἀλλὰ ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.
10
ἔλεγον οὖν αὐτῷ · Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11
ἀπεκρίθη ἐκεῖνος · Ὁ ἄνθρωπος ὁ ⸃ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι · ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα.
12
καὶ εἶπαν ⸃ αὐτῷ · Ποῦ ἐστιν ἐκεῖνος; λέγει · Οὐκ οἶδα.
13
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.
14
ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ ⸃ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15
πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς · Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.