Luke 11:2-12

2 εἶπεν δὲ αὐτοῖς · Ὅταν προσεύχησθε, λέγετε · Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου · ἐλθέτω ἡ βασιλεία σου ·
3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν ·
4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν · καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.
5 Καὶ εἶπεν πρὸς αὐτούς · Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ · Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ ·
7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ · Μή μοι κόπους πάρεχε · ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν · οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.
8 λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.
9 Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν · ζητεῖτε, καὶ εὑρήσετε · κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν ·
10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
11 τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν, καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει;
12 ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον;
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.