Luke 20:24-34

24 Δείξατέ μοι δηνάριον · τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπαν · Καίσαρος.
25 ὁ δὲ εἶπεν πρὸς αὐτούς · Τοίνυν ἀπόδοτε ⸃ τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
28 λέγοντες · Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν · καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος ·
30 καὶ ὁ δεύτερος ⸃
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον ·
32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.
33 ἡ γυνὴ οὖν ἐν τῇ ⸃ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.