Luke 20:3-13

3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς · Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι ·
4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν · Ἐξ οὐρανοῦ, ἐρεῖ · Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
6 ἐὰν δὲ εἴπωμεν · Ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας ⸃ καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι ·
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην · Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
10 καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ · οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες ⸃ κενόν.
11 καὶ προσέθετο ἕτερον πέμψαι ⸃ δοῦλον · οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12 καὶ προσέθετο τρίτον πέμψαι ⸃· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος · Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν · ἴσως τοῦτον ἐντραπήσονται.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.