38
οἱ δὲ εἶπαν · Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς · Ἱκανόν ἐστιν.
39
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν · ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
40
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς · Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
41
καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
42
λέγων · Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ⸃ ἀπ’ ἐμοῦ · πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω.
43
ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν.
44
καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο · καὶ ἐγένετο ⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃
45
καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ⸃ ἀπὸ τῆς λύπης,
46
καὶ εἶπεν αὐτοῖς · Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47
Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
48
Ἰησοῦς δὲ ⸃ εἶπεν αὐτῷ · Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;