Luke 22:63-71

63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες,
64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων ⸃ λέγοντες · Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,
67 λέγοντες · Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς · Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε ·
68 ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.
69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
70 εἶπαν δὲ πάντες · Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη · Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
71 οἱ δὲ εἶπαν · Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.