Luke 23:15-25

15 ἀλλ’ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς ⸃· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ ·
16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
18 Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες · Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν ·
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
20 πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 οἱ δὲ ἐπεφώνουν λέγοντες · Σταύρου σταύρου ⸃ αὐτόν.
22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς · Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ · παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
24 καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν ·
25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.