9
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην · Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
10
καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ · οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες ⸃ κενόν.
11
καὶ προσέθετο ἕτερον πέμψαι ⸃ δοῦλον · οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12
καὶ προσέθετο τρίτον πέμψαι ⸃· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13
εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος · Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν · ἴσως τοῦτον ἐντραπήσονται.
14
ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες · Οὗτός ἐστιν ὁ κληρονόμος · ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία ·
15
καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16
ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν · Μὴ γένοιτο.
17
ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν · Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο · Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18
πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται · ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν.
19
καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ⸃ ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.