19
ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει · Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.
20
καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς ⸃ συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21
καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ · Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν · Ἐκ παιδιόθεν ·
22
καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ⸃ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν · ἀλλ’ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
23
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ · Τὸ Εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι.
24
εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν · Πιστεύω · βοήθει μου τῇ ἀπιστίᾳ.
25
ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ · Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26
καὶ κράξας καὶ πολλὰ σπαράξας ⸃ ἐξῆλθεν · καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27
ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ⸃ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28
καὶ εἰσελθόντος αὐτοῦ ⸃ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν ⸃· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29
καὶ εἶπεν αὐτοῖς · Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.