5
ὑμεῖς δὲ λέγετε · Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί · Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
6
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ · καὶ ἠκυρώσατε τὸν λόγον ⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
7
ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων ·
8
Ὁ λαὸς οὗτος ⸃ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ ·
9
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10
Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς · Ἀκούετε καὶ συνίετε ·
11
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
12
Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ · Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
13
ὁ δὲ ἀποκριθεὶς εἶπεν · Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
14
ἄφετε αὐτούς · τυφλοί εἰσιν ὁδηγοί τυφλῶν ⸃· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ · Φράσον ἡμῖν τὴν παραβολήν ταύτην.