The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join
PLUS
Login
Bible
Bible Versions
SBLGNT
Matthew
Matthew 21
Matthew 21:22-32
Matthew 21
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Matthew 21:22-32
Share
Close
Share
Tweet
Save
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
22
καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
23
Καὶ ἐλθόντος αὐτοῦ ⸃ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες · Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
24
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ ·
25
τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες · Ἐὰν εἴπωμεν · Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν · Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
26
ἐὰν δὲ εἴπωμεν · Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.
27
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν · Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός · Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
28
Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. προσελθὼν τῷ πρώτῳ εἶπεν · Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι.
29
ὁ δὲ ἀποκριθεὶς εἶπεν · Οὐ θέλω · ὕστερον δὲ μεταμεληθεὶς ⸃ ἀπῆλθεν.
30
προσελθὼν δὲ ⸃ τῷ δευτέρῳ εἶπεν ὡσαύτως · ὁ δὲ ἀποκριθεὶς εἶπεν · Ἐγώ, κύριε · καὶ οὐκ ⸃ ἀπῆλθεν.
31
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν · Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
32
ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ⸃ ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ · οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ · ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Read Chapter
Compare
Faith
Related Articles
What it Means to Pray in God’s Will (Matthew 21:22) - Your Daily Bible Verse - June 4
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.