33
Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν ·
34
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ⸃ ἐπέλυεν πάντα.
35
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης · Διέλθωμεν εἰς τὸ πέραν.
36
καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετ’ αὐτοῦ.
37
καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ ⸃ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον.
38
καὶ αὐτὸς ἦν ⸃ ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων · καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ · Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39
καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ · Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40
καὶ εἶπεν αὐτοῖς · Τί δειλοί ἐστε; οὔπω ἔχετε πίστιν;
41
καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους · Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;