Mark 9:22-32

22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ⸃ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν · ἀλλ’ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ · Τὸ Εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι.
24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν · Πιστεύω · βοήθει μου τῇ ἀπιστίᾳ.
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ · Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26 καὶ κράξας καὶ πολλὰ σπαράξας ⸃ ἐξῆλθεν · καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ⸃ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28 καὶ εἰσελθόντος αὐτοῦ ⸃ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν ⸃· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29 καὶ εἶπεν αὐτοῖς · Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.
30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ ·
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ⸃ ἀναστήσεται.
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

Images for Mark 9:22-32

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.