Luke 10:23-33

23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν · Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων · Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
26 ὁ δὲ εἶπεν πρὸς αὐτόν · Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
27 ὁ δὲ ἀποκριθεὶς εἶπεν · Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ ⸃ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ ⸃ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ ⸃ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
28 εἶπεν δὲ αὐτῷ · Ὀρθῶς ἀπεκρίθης · τοῦτο ποίει καὶ ζήσῃ.
29 Ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν · Καὶ τίς ἐστίν μου πλησίον;
30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν · Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ.
31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν ·
32 ὁμοίως δὲ καὶ Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη,
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.