60
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων · Οὐκ ἀποκρίνῃ οὐδέν ; τί οὗτοί σου καταμαρτυροῦσιν;
61
ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ · Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62
ὁ δὲ Ἰησοῦς εἶπεν · Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63
ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει · Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64
ἠκούσατε τῆς βλασφημίας · τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι ⸃ θανάτου.
65
καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον ⸃ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ · Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.
66
Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ⸃ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67
καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει · Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ ⸃·
68
ὁ δὲ ἠρνήσατο λέγων · Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί ⸃ λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν.
69
καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν ⸃ λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.
70
ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ · Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει ⸃·