26
εἶπον οὖν αὐτῷ ⸃· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
27
ἀπεκρίθη αὐτοῖς · Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε · τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28
ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον · Σὺ μαθητὴς εἶ ⸃ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί ·
29
ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30
ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς · Ἐν τούτῳ γὰρ τὸ ⸃ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
31
οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς ⸃ οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
32
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου ·
33
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35
Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν · Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
36
ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν · Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;