6
ὁ δὲ εἶπεν αὐτοῖς · Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ ·
7
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων ·
8
ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.
9
Καὶ ἔλεγεν αὐτοῖς · Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε ·
10
Μωϋσῆς γὰρ εἶπεν · Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί · Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω ·
11
ὑμεῖς δὲ λέγετε · Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί · Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
12
οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί,
13
ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε · καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14
Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς · Ἀκούσατέ μου πάντες καὶ σύνετε.
15
οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν ⸃· ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ⸃ ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.