25
τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
26
οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ⸃ ἐπὶ τῆς θαλάσσης ⸃ περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
27
εὐθὺς δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς ⸃ λέγων · Θαρσεῖτε, ἐγώ εἰμι · μὴ φοβεῖσθε.
28
Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν ⸃· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ⸃ ἐπὶ τὰ ὕδατα ·
29
ὁ δὲ εἶπεν · Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν ⸃ πρὸς τὸν Ἰησοῦν.
30
βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων · Κύριε, σῶσόν με.
31
εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ · Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
32
καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.
33
οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες · Ἀληθῶς θεοῦ υἱὸς εἶ.
34
Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς ⸃ Γεννησαρέτ.
35
καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,