9
Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
10
λέγει αὐτοῖς ὁ Ἰησοῦς · Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
11
ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν ⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν · καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
12
λέγει αὐτοῖς ὁ Ἰησοῦς · Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν · Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.
13
ἔρχεται ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14
τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.
15
Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς · Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ · Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ · Βόσκε τὰ ἀρνία μου.
16
λέγει αὐτῷ πάλιν δεύτερον · Σίμων Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ · Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ · Ποίμαινε τὰ πρόβατά μου.
17
λέγει αὐτῷ τὸ τρίτον · Σίμων Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον · Φιλεῖς με; καὶ εἶπεν αὐτῷ · Κύριε, πάντα σὺ ⸃ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς · Βόσκε τὰ πρόβατά μου.
18
ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες · ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει ⸃ καὶ οἴσει ὅπου οὐ θέλεις.
19
τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ · Ἀκολούθει μοι.