Mark 14:32-42

32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ · Καθίσατε ὧδε ἕως προσεύξωμαι.
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ ⸃ Ἰωάννην μετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,
34 καὶ λέγει αὐτοῖς · Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου · μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ⸃ ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,
36 καὶ ἔλεγεν · Αββα ὁ πατήρ, πάντα δυνατά σοι · παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ ⸃· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ · Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν · τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς ⸃ καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ ⸃ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς · Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε · ἀπέχει · ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
42 ἐγείρεσθε ἄγωμεν · ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.

Related Articles

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.