62
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ · Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63
ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ · Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
64
λέγει αὐτῷ ὁ Ἰησοῦς · Σὺ εἶπας · πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65
τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων · Ἐβλασφήμησεν · τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν ·
66
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν · Ἔνοχος θανάτου ἐστίν.
67
τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
68
λέγοντες · Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69
Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ⸃ ἐν τῇ αὐλῇ · καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα · Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου ·
70
ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων · Οὐκ οἶδα τί λέγεις.
71
ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ · Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ·
72
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.