Loading...

Change Translation

Loading...
  • Recent Translations
  • All Translations

Luke 13:31-35

Listen to Luke 13:31-35
31 Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ · Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
32 καὶ εἶπεν αὐτοῖς · Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ · Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
34 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν — ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω δὲ ὑμῖν, οὐ μὴ ἴδητέ με ⸃ ἕως ἥξει ὅτε ⸃ εἴπητε · Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Study Tools

PLUS

Unlock Notes

This feature is for PLUS subscribers only. Join PLUS today to access these tools and more.

JOIN PLUS

Unlock Highlights

This feature is for PLUS subscribers only. Join PLUS today to access these tools and more.

JOIN PLUS

Unlock Bookmarks

This feature is for PLUS subscribers only. Join PLUS today to access these tools and more.

JOIN PLUS

Track Your Reading

Create a free account to start a reading plan, or join PLUS to unlock our full suite of premium study tools.

Already have an account? Sign in