The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join PLUS
Log In
Bible
Bible Versions
SBLGNT
Luke
Luke 14
Luke 14:24-35
Luke 14
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Luke 14:24-35
Share
Close
Share
Tweet
Save
Listen to Luke 14:24-35
Your browser does not support the
audio
element.
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
Scripture Text Size
24
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
25
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς ·
26
Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
27
ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28
τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
29
ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν ⸃
30
λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
31
ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν ⸃ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν;
32
εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ⸃ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου ⸃ μαθητής.
34
Καλὸν οὖν τὸ ἅλας · ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35
οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν · ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Read Chapter
Compare Translations
Commentaries
Cross References
Images for Luke 14:24-35
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.