33
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν · Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ ·
34
κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ ἐκλεκτὸς τοῦ θεοῦ.
35
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
36
καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει · Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
37
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ ⸃ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.