20
            
Ἦσαν δὲ Ἕλληνές τινες ⸃ ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ ·
      
 
      
            
              21
            
οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες · Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
      
 
      
            
              22
            
ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ · ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
      
 
      
            
              23
            
ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων · Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
      
 
      
            
              24
            
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει · ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
      
 
      
            
              25
            
ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
      
 
      
            
              26
            
ἐὰν ἐμοί τις διακονῇ ⸃ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται · ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
      
 
      
            
              27
            
Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
      
 
      
            
              28
            
πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ · Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
      
 
      
            
              29
            
ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι · ἄλλοι ἔλεγον · Ἄγγελος αὐτῷ λελάληκεν.
      
 
      
            
              30
            
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν ⸃· Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη ⸃ γέγονεν ἀλλὰ δι’ ὑμᾶς.
      
 
      
            
              31
            
νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω ·
      
 
      
            
              32
            
κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
      
 
      
            
              33
            
τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
      
 
      
            
              34
            
ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος · Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ⸃ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
      
 
      
            
              35
            
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς · Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ⸃ ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
      
 
      
            
              36
            
ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν.