The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join
PLUS
Log In
Bible
Bible Versions
SBLGNT
Matthew
Matthew 2
Matthew 2:13-23
Matthew 2
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Matthew 2:13-23
Share
Close
Share
Tweet
Save
Listen to Matthew 2:13-23
Your browser does not support the
audio
element.
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
Scripture Text Size
13
Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ ⸃ τῷ Ἰωσὴφ λέγων · Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι · μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
14
ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
15
καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου · ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος · Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
16
Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
17
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος ·
18
Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς · Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.
19
Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ ⸃ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
20
λέγων · Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
21
ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.
22
ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ⸃ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν · χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
23
καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
Read Chapter
Compare Translations
Commentaries
Cross References
Images for Matthew 2:13-23
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.