18
            
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων · Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
      
 
      
            
              19
            
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς · Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
      
 
      
            
              20
            
τὰς ἐντολὰς οἶδας · Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
      
 
      
            
              21
            
ὁ δὲ εἶπεν · Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου.
      
 
      
            
              22
            
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Ἔτι ἕν σοι λείπει · πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
      
 
      
            
              23
            
ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.
      
 
      
            
              24
            
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν · Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται ⸃·
      
 
      
            
              25
            
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης ⸃ εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
      
 
      
            
              26
            
Εἶπαν δὲ οἱ ἀκούσαντες · Καὶ τίς δύναται σωθῆναι;
      
 
      
            
              27
            
ὁ δὲ εἶπεν · Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.
      
 
      
            
              28
            
Εἶπεν δὲ ὁ Πέτρος · Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ⸃ ἠκολουθήσαμέν σοι.
      
 
      
            
              29
            
ὁ δὲ εἶπεν αὐτοῖς · Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ⸃ ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
      
 
      
            
              30
            
ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.