The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join PLUS
Log In
Bible
Bible Versions
SBLGNT
Mark
Mark 10
Mark 10:32-45
Mark 10
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Mark 10:32-45
Share
Close
Share
Tweet
Save
Listen to Mark 10:32-45
Your browser does not support the
audio
element.
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
Scripture Text Size
32
Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ⸃ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν
33
ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
34
καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν ⸃ καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ⸃ ἀναστήσεται.
35
Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ · Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν.
36
ὁ δὲ εἶπεν αὐτοῖς · Τί θέλετε ποιήσω ὑμῖν;
37
οἱ δὲ εἶπαν αὐτῷ · Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν ⸃ καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
38
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Οὐκ οἴδατε τί αἰτεῖσθε · δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39
οἱ δὲ εἶπαν αὐτῷ · Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε,
40
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
41
Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42
καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς ⸃ λέγει αὐτοῖς · Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
43
οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν · ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ⸃ ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
44
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι ⸃ πρῶτος, ἔσται πάντων δοῦλος ·
45
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Read Chapter
Compare Translations
Commentaries
Cross References
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.