The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join PLUS
Log In
Bible
Bible Versions
SBLGNT
Mark
Mark 3
Mark 3:20-35
Mark 3
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Mark 3:20-35
Share
Close
Share
Tweet
Save
Listen to Mark 3:20-35
Your browser does not support the
audio
element.
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
Scripture Text Size
20
Καὶ ἔρχεται εἰς οἶκον · καὶ συνέρχεται πάλιν ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
21
καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη.
22
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23
καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς · Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
24
καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη ·
25
καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι ⸃·
26
καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει.
27
ἀλλ’ οὐδεὶς δύναται ⸃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη ⸃ αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
28
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα ⸃ καὶ αἱ βλασφημίαι ὅσα ἐὰν ⸃ βλασφημήσωσιν ·
29
ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος.
30
ὅτι ἔλεγον · Πνεῦμα ἀκάθαρτον ἔχει.
31
Καὶ ἔρχονται ⸃ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ⸃ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν.
32
καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν ⸃ αὐτῷ · Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.
33
καὶ ἀποκριθεὶς αὐτοῖς λέγει ⸃· Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
34
καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ ⸃ καθημένους λέγει · Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου ·
35
ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Read Chapter
Compare Translations
Commentaries
Cross References
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.