1
            
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα.
      
 
      
            
              2
            
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
      
 
      
            
              3
            
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα ·
      
 
      
            
              4
            
καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
      
 
      
            
              5
            
καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
      
 
      
            
              6
            
καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
      
 
      
            
              7
            
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ πάσχα ·
      
 
      
            
              8
            
καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών · Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
      
 
      
            
              9
            
οἱ δὲ εἶπαν αὐτῷ · Ποῦ θέλεις ἑτοιμάσωμεν;
      
 
      
            
              10
            
ὁ δὲ εἶπεν αὐτοῖς · Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων · ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν ⸃ εἰσπορεύεται.
      
 
      
            
              11
            
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας · Λέγει σοι ὁ διδάσκαλος · Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
      
 
      
            
              12
            
κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον · ἐκεῖ ἑτοιμάσατε.
      
 
      
            
              13
            
ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
      
 
      
            
              14
            
Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
      
 
      
            
              15
            
καὶ εἶπεν πρὸς αὐτούς · Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν ·
      
 
      
            
              16
            
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
      
 
      
            
              17
            
καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν · Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς ⸃·
      
 
      
            
              18
            
λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ ⸃ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
      
 
      
            
              19
            
καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων · Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον · τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
      
 
      
            
              20
            
καὶ τὸ ποτήριον ὡσαύτως ⸅ μετὰ τὸ δειπνῆσαι, λέγων · Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον ]⸃.
      
 
      
            
              21
            
πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης ·
      
 
      
            
              22
            
ὅτι ὁ υἱὸς μὲν ⸃ τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται.
      
 
      
            
              23
            
καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
      
 
      
            
              24
            
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
      
 
      
            
              25
            
ὁ δὲ εἶπεν αὐτοῖς · Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
      
 
      
            
              26
            
ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν ·
      
 
      
            
              27
            
τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ⸃ ὡς ὁ διακονῶν.
      
 
      
            
              28
            
Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου ·
      
 
      
            
              29
            
κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
      
 
      
            
              30
            
ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες ⸃ τοῦ Ἰσραήλ.
      
 
      
            
              31
            
Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον ·
      
 
      
            
              32
            
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου · καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.
      
 
      
            
              33
            
ὁ δὲ εἶπεν αὐτῷ · Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
      
 
      
            
              34
            
ὁ δὲ εἶπεν · Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.
      
 
      
            
              35
            
Καὶ εἶπεν αὐτοῖς · Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν · Οὐθενός.
      
 
      
            
              36
            
εἶπεν δὲ αὐτοῖς · Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.
      
 
      
            
              37
            
λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό · Καὶ μετὰ ἀνόμων ἐλογίσθη · καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
      
 
      
            
              38
            
οἱ δὲ εἶπαν · Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς · Ἱκανόν ἐστιν.