1
τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον ⸃ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
2
εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
3
εἰσελθοῦσαι δὲ ⸃ οὐχ εὗρον τὸ σῶμα.
4
καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
5
ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα ⸃ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς · Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
6
οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
7
λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ ⸃ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
8
καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
9
καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
10
ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς · ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
11
καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
12
Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον · καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα · καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός.⸃