1
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ ⸃ δι’ οὗ ἔρχεται ·
2
λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς ⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
3
προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ ·
4
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ ⸃ λέγων · Μετανοῶ, ἀφήσεις αὐτῷ.
5
Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ · Πρόσθες ἡμῖν πίστιν.
6
εἶπεν δὲ ὁ κύριος · Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ · Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ · καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ · Εὐθέως παρελθὼν ἀνάπεσε,
8
ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ · Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
9
μὴ ἔχει χάριν ⸃ τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα;
10
οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ⸃ ποιῆσαι πεποιήκαμεν.