21
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22
καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα · Ἐλέησόν με, κύριε υἱὸς Δαυίδ · ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
23
ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες · Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
24
ὁ δὲ ἀποκριθεὶς εἶπεν · Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
25
ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα · Κύριε, βοήθει μοι.
26
ὁ δὲ ἀποκριθεὶς εἶπεν · Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
27
ἡ δὲ εἶπεν · Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
28
τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ · Ὦ γύναι, μεγάλη σου ἡ πίστις · γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.